(για φώτιση και καλά αποτελέσματα)

Σὰν συμμετοχὴ στὸν ἀγῶνα καὶ τὴν ἀγωνία τῶν παιδιῶν καὶ γενικὰ τῆς μαθητιώσης νεολαίας κατὰ τὴν δύσκολη αὐτὴ περίοδο τῶν ἐξετάσεων στὰ ἐκπαιδευτικὰ ἱδρύματα, παραθέτουμε εἰδικὴ σύντομη προσευχητικὴ Ἀκολουθία γιὰ χρήση ἀπὸ κάθε ἐνδιαφερόμενο, μαζὶ μὲ τὴν βεβαίωση γιὰ τὶς προσευχές μας ὑπὲρ ἐπιτυχίας στὶς ἐξετάσεις. Ἐκ τῆς Συντάξεως:
Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁ Πανταχοῦ Παρὼν καὶ τὰ Πάντα Πληρῶν, ὁ Θησαυρὸς τῶν Ἀγαθῶν καὶ Ζωῆς Χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος· καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν· τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ΕΥΧΗ
Δεσπότα Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ καὶ Λόγε τοῦ Πατρός, ἡ αὐτοσοφία καὶ πάσης συνέσεως χορηγός, ὁ τὸ Πανάγιόν Σου Πνεῦμα καταπέμψας πλουσιοδώρως ἐπὶ τοὺς Σοὺς ἁγίους Ἀποστόλους καὶ Μαθητὰς καὶ ἐξ ἀγραμμάτων ἁλιέων θεολόγους καὶ κοσμοκήρυκας σοφωτάτους ἀναδείξας· Αυτός, Φιλάνθρωπε, κατάπεμψον καὶ ἐπὶ τὸν δοῦλον Σου (ἤ τὴν δούλην Σου) ……. (το όνομα του μαθητού ή της μαθήτριας) τὴν φωτιστικὴν ἀκτῖνα τοῦ Πνεύματός Σου εἰς εὔκολον μὲν κατανόησιν τῶν ἀναγινωσκομένων, εἰς καρποφορίαν δὲ ψυχωφελοῦς γνώσεως, προόδου, ἀληθείας καὶ εὐοδώσεως εἰς τὰς προκειμένας ἐξετάσεις, ἵνα πορευώμενοι ἐν τῷ φωτὶ τῶν ἐντολῶν Σου, δοξάζομεν διὰ παντός, ψυχῇ τε καὶ σώματι, τὸ πανάγιον καὶ προσκυνητὸν Ὄνομά Σου, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι. Ἀμήν.
Και τις παρούσες ευχές:
Σόφισον ἀοράτως τὰς νεάνιδας καὶ τοὺς νέους ταῖς βολαῖς ἐνεργειῶν τῆς σοφίας Σου, Χριστὲ ὁ Θεὸς ἡμῶν, κατὰ τὴν ἔτασιν.
Πρόθυμον σπουδὴν πρὸς μελέτην καὶ ἐμπέδωσιν τῶν ποικίλων μαθημάτων, Ἰησοῦ ὁ Θεὸς ἡμῶν, τοῖς παιδίοις ἀφειδῶς ἐπιχορήγησον.
Ἡ πᾶσα νεολαία προσδοκᾶ, Χριστέ μου, ἐπιτυχίας κομίσαι ὠφέλειαν ἐκ τῶν ποικίλων ἀγώνων αὐτῆς τῇ ρώμῃ Σου.
Πάνσοφε Χριστέ μου Ἰησοῦ, ἡ πηγὴ τῆς ὄντως σοφίας, φώτισον δεόμεθα ταῖς ἐνεργείαις Σου, ὅπως ἔχωσιν ἅπαντες ἐν τῇ ἐξετάσει νοῦν ὀξὺν καὶ γρήγορον, εἰς τὸ συγγράψασθαι πάσας τὰς ὀρθὰς ἀποκρίσεις ἐν ταῖς ἐρωτήσεσι ταῖς ὑποκειμέναις αὐτοῖς πάντοτε.
Λάλησαι εἰς τὰ ὦτα μαθητῶν καὶ νέων τὰ ἀκριβῆ καὶ τὰ ἄριστα, Θεοτόκε Πάναγνε, κατὰ τὴν ὥραν, αἰτοῦμεν, τῶν ἐξετάσεων.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
(Διαμόρφωση ημετέρα από τον Ιστότοπο «Διακόνημα», 27/05/2014)